Περιγραφή

Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, τῇ παραδόξῳ ἀναδείξι μακάριοι, τῶν θείων ὑμῶν λειψάνων, δι’ ὧν ἡ δόξα ὑμῶν, πᾶσιν ἐπεγνώσθη ἡ οὐράνιος, καὶ Λέσβος ἡ νῆσος δέ, ἑξαιρέτως ἀγάλλεται, φαιδρυνομένη, τοῖς πολλοῖς ὑμῶν θαύμασι, θεῖοι Μάρτυρες, Ραφαὴλ καὶ Νικόλαε, ἅμα σὺν τῇ θεόφρονι, Εἰρήνῃ καὶ ἅπασι, τοῖς σὺν ὑμῖν τὸν ἀγῶνα, τὸν ἱερὸν ἐναθλήσασι, γνωστοῖς καὶ ἀγνώστοις· μεθ’ ὧν πάντοτε αἰτεῖσθε, ἡμῖν τὰ κρείττονα.